Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.131 Joseph. AJ 8.134 (English) >>Joseph. AJ 8.139

8.133

Οἶκος ἦν μέγας καὶ καλὸς πολλοῖς στύλοις ἐρηρεισμένος, ὃν εἰς τὰς κρίσεις καὶ τὴν τῶν πραγμάτων διάγνωσιν πλῆθος ὑποδέξασθαι καὶ χωρῆσαι σύνοδον ἀνθρώπων ἐπὶ δίκας συνεληλυθότων κατεσκεύασεν ἑκατὸν μὲν πηχῶν τὸ μῆκος εὖρος δὲ πεντήκοντα τὸ δʼ ὕψος τριάκοντα, κίοσι μὲν τετραγώνοις ἀνειλημμένον ἐκ κέδρου πᾶσιν, ἐστεγασμένον δὲ Κορινθίως, ἰσομέτροις δὲ φλιαῖς καὶ θυρώμασι τριγλύφοις ἀσφαλῆ τε ὁμοῦ καὶ κεκαλλωπισμένον. 8.134ἕτερος δὲ οἶκος ἦν ἐν μέσῳ κατὰ ὅλου τοῦ πλάτους τεταγμένος τετράγωνος εὖρος πηχῶν τριάκοντα, ἄντικρυς ἔχων ναὸν παχέσι στύλοις ἀνατεταμένον· ἦν δὲ ἐν αὐτῷ ἐξέδρα διαπρεπής, ἐν καθεζόμενος βασιλεὺς ἔκρινεν, παρέζευκτο κατεσκευασμένος ἄλλος οἶκος τῇ βασιλίσσῃ καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν δίαιταν καὶ τὰς ἀναπαύσεις οἰκήματα μετὰ τὴν τῶν πραγμάτων ἀπόλυσιν, ἐστρωμένα πάντα σανίσι τετμημέναις ἐκ κέδρου. 8.135καὶ τὰ μὲν ᾠκοδομήσατο λίθοις δεκαπήχεσιν, ἑτέρῳ δὲ πριστῷ τοὺς τοίχους καὶ πολυτελεῖ κατημφίεσεν, ὃν εἰς κόσμον ἱερῶν καὶ βασιλείων οἴκων θεωρίων γῆ μεταλλεύεται τοῖς φέρουσιν αὐτὸν τόποις ἐπαινουμένη. 8.136καὶ τὸ μὲν ἀπʼ αὐτοῦ κάλλος ἐπὶ τριστιχίαν ἦν ἐνυφασμένον, τετάρτη δὲ μοῖρα γλυφέων παρεῖχε θαυμάζειν ἐπιστήμην, ὑφʼ ὧν πεποίητο δένδρα καὶ φυτὰ παντοῖα σύσκια τοῖς κλάδοις καὶ τοῖς ἐκκρεμαμένοις αὐτῶν πετάλοις, ὡς ὑπονοεῖν αὐτὰ καὶ σαλεύεσθαι διʼ ὑπερβολὴν λεπτότητος καλύπτοντα τὸν ὑπʼ αὐτοῖς λίθον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.131 Joseph. AJ 8.134 (English) >>Joseph. AJ 8.139

Powered by PhiloLogic